ΠΡΥ. ἀδικοῦσιν οὗτοι νὴ Δί᾽, ὦ Λυσιστράτη.
ΛΑ. ἀδικίομες· ἀλλ᾽ ὁ πρωκτὸς ἄφατον ὡς καλός.
ΛΥ. ὑμᾶς δ᾽ ἀφήσειν τοὺς Ἀθηναίους ‹μ᾽› οἴει;
1150οὐκ ἴσθ᾽ ὅθ᾽ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ
κατωνάκας φοροῦντας ἐλθόντες δορὶ
πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,
πολλοὺς δ᾽ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,
καὶ ξυμμαχοῦντες τῇ τόθ᾽ ἡμέρᾳ μόνοι
1155ἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης
τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
ΛΑ. οὔπα γυναῖκ᾽ ὄπωπα χαἱωτέραν.
ΠΡΥ. ἐγὼ δὲ κύσθον γ᾽ οὐδέπω καλλίονα.
ΛΥ. τί δῆθ᾽ ὑπηργμένων γε πολλῶν κἀγαθῶν
1160μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;
τί δ᾽ οὐ διηλλάγητε; φέρε, τί τοὐμποδών,
ΛΑ. ἁμές γα λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον
λῇ τοῦτ᾽ ἀποδόμεν. ΛΥ. ποῖον, ὦ τᾶν; ΛΑ. τὰν Πύλον,
τᾶσπερ πάλαι δεόμεθα καὶ βλιμάδδομες.
1165ΠΡΥ. μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ᾽ οὐ δράσετε.
ΛΥ. ἄφετ᾽, ὦγάθ᾽, αὐτοῖς. ΠΡΥ. κᾆτα τίνα κινήσομεν;
ΛΥ. ἕτερόν γ᾽ ἀπαιτεῖτ᾽ ἀντὶ τούτου χωρίον.
ΠΡΥ. τὸ δεῖνα τοίνυν, παράδοθ᾽ ἡμῖν τουτονὶ
πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ
1170κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.
ΛΑ. οὐ τὼ σιώ, οὐκὶ πάντα γ᾽, ὦ λισσάνιε.
ΛΥ. ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.
ΠΡΥ. ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.
ΛΑ. ἐγὼν δὲ κοπραγωγῆν γα πρῲ ναὶ τὼ σιώ.
1175ΛΥ. ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.
ἀλλ᾽ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ
τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.
ΠΡΥ. ποίοισιν, ὦ τᾶν, ξυμμάχοις; ἐστύκαμεν.
οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν,
1180βινεῖν, ἅπασιν; ΛΑ. τοῖσι γῶν ναὶ τὼ σιὼ
ἁμοῖσι. ΠΡΥ. καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.
ΛΥ. καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,
ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει
ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
1185ὅρκους δ᾽ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.
κἄπειτα τὴν αὑτοῦ γυναῖχ᾽ ὑμῶν λαβὼν
ἄπεισ᾽ ἕκαστος. ΠΡΥ. ἀλλ᾽ ἴωμεν ὡς τάχος.
ΛΑ. ἄγ᾽ ὅπα τυ λῇς. ΠΡΥ. νὴ τὸν Δί᾽ ὡς τάχιστ᾽ ἄγε.
|