ΠΑ. ὦ τᾶν, ἄκουσον, εἶτα διάκρινον, τόδε·
ἔστι γυνή, τέξει δὲ λέονθ᾽ ἱεραῖς ἐν Ἀθήναις,
ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
ὥς τε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
1040τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
ταῦτ᾽ οἶσθ᾽ ὅ τι λέγει; ΔΗ. μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.
ΠΑ. ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
ΔΗ. καὶ πῶς μ᾽ ἐλελήθεις Ἀντιλέων γεγενημένος;
1045ΑΛ. ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
ὅ τι τὸ σιδήρου τεῖχός ἐστι καὶ ξύλων,
ἐν ᾧ σε σῴζειν τόνδ᾽ ἐκέλευ᾽ ὁ Λοξίας.
ΔΗ. πῶς δῆτα τοῦτ᾽ ἔφραζεν ὁ θεός; ΑΛ. τουτονὶ
δῆσαί σ᾽ ἐκέλευ᾽ ἐν πεντεσυρίγγῳ ξύλῳ.
1050ΔΗ. ταυτὶ τελεῖσθαι τὰ λόγι᾽ ἤδη μοι δοκεῖ.
ΠΑ. μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
ἀλλ᾽ ἱέρακα φίλει μεμνημένος ἐν φρεσίν, ὅς σοι
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
ΑΛ. τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
1055Κεκροπίδη κακόβουλε, τί τοῦθ᾽ ἡγεῖ μέγα τοὔργον;
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
ἀλλ᾽ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
ΠΑ. ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν·
ἔστι Πύλος πρὸ Πύλοιο— ΔΗ. τί τοῦτο λέγει, πρὸ Πύλοιο;
1060ΑΛ. τὰς πυέλους φησὶν καταλήψεσθ᾽ ἐν βαλανείῳ.
ΔΗ. ἐγὼ δ᾽ ἄλουτος τήμερον γενήσομαι;
ΑΛ. οὗτος γὰρ ἡμῶν τὰς πυέλους ὑφήρπασεν.
ἀλλ᾽ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
1065ΔΗ. προσέχω· σὺ δ᾽ ἀναγίγνωσκε, τοῖς ναύταισί μου
ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
ΑΛ. Αἰγεΐδη, φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
λαίθαργον, ταχύπουν, δολίαν κερδώ, πολύιδριν.
οἶσθ᾽ ὅ τι ἐστὶν τοῦτο; ΔΗ. Φιλόστρατος ἡ κυναλώπηξ.
1070ΑΛ. οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
ταύτας ἀπαυδᾷ μὴ διδόναι σ᾽ ὁ Λοξίας.
ΔΗ. πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ; ΑΛ. ὅπως;
ὅτι ἡ τριήρης ‹τ᾽› ἐστὶ χὠ κύων ταχύ.
1075ΔΗ. πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
ΑΛ. ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
|