ΚΡ. Οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
φρονεῖν ὑπ'ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
ΑΙ. Μηδὲν τὸ μὴ δίκαιον· εἰ δ'ἐγὼ νέος,
οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
ΚΡ. Ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
ΑΙ. Οὐδ'ἂν κελεύσαιμ'εὐσεβεῖν ἐς τοὺς κακούς.
ΚΡ. Οὐχ ἥδε γὰρ τοιᾷδ'ἐπείληπται νόσῳ;
ΑΙ. Οὔ φησι Θήβης τῆσδ'ὁμόπτολις λεώς.
ΚΡ. Πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
ΑΙ. Ὁρᾷς τόδ'ὡς εἴρηκας ὡς ἄγαν νέος;
ΚΡ. Ἄλλῳ γὰρ ἢ 'μοὶ χρή με τῆσδ'ἄρχειν χθονός;
ΑΙ. Πόλις γὰρ οὐκ ἔσθ'ἥτις ἀνδρός ἐσθ'ἑνός.
ΚΡ. Οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
ΑΙ. Καλῶς ἐρήμης γ'ἂν σὺ γῆς ἄρχοις μόνος.
ΚΡ. Ὅδ', ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
ΑΙ. Εἴπερ γυνὴ σύ· σοῦ γὰρ οὖν προκήδομαι.
ΚΡ. Ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
ΑΙ. Οὐ γὰρ δίκαιά σ'ἐξαμαρτάνονθ'ὁρῶ.
ΚΡ. Ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
ΑΙ. Οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.
ΚΡ. Ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.