Έρωτες και απόγονοι του Πάρη
ἐκ δὲ Οἰνώνης καὶ Ἀλεξάνδρου παῖς ἐγένετο Κόρυθος. οὗτος ἐπίκουρος ἀφικόμενος εἰς Ἴλιον Ἑλένης ἠράσθη· καὶ αὐτὸν ἐκείνη μάλα φιλοφρόνως ὑπεδέχετο. ἦν δὲ τὴν ἰδέαν κράτιστος. φωράσας δὲ αὐτὸν ὁ πατὴρ ἀνεῖλεν. Νίκανδρος (F 108 Schn) μέντοι τὸν Κόρυθον οὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης καὶ Ἀλεξάνδρου φησὶ γενέσθαι. (Ελλάνικος 1a,4,F.29.2-1a,4,F.29.6)