Λαοδίκη

 

Ἐλέχθη δὲ καὶ περὶ Λαοδίκης ὅδε λόγος, ὡς ἄρα παραγενομένων ἐπὶ Ἑλένης ἀπαίτησιν Διομήδους καὶ Ἀκάμαντος πολλὴν ἐπιθυμίαν ἔχειν μιγῆναι παντάπασι νέῳ ὄντι Ἀκάμαντι· καὶ μέχρι μέν τινος ὑπ᾽ αἰδοῦς κατέχεσθαι, ὕστερον δὲ νικωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι Περσέως γυναικὶ (Φυλοβίη αὐτῇ ὄνομα) παρακαλεῖν τε αὐτὴν ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ. κατοικτείρουσα δὲ <αὕτη> τὴν συμφορὰν τῆς κόρης δεῖται τοῦ Περσέως, ὅπως συνεργὸς αὐτῇ γένηται ἐκέλευέ τε ξενίαν καὶ φιλότητα τίθεσθαι πρὸς τὸν Ἀκάμαντα. Περσεὺς δὲ τὸ μὲν καὶ τῇ γυναικὶ βουλόμενος ἁρμόδιος εἶναι, τὸ δὲ καὶτὴν Λαοδίκην οἰκτείρων πάσῃ μηχανῇ [ἐπὶ] τὸν Ἀκάμαντα εἰς Δάρδανον ἀφικέσθαι πείθει· καθίστατο γὰρ ὕπαρχος τοῦ χωρίου. ἦλθε καὶ Λαοδίκη ὡς εἰς ἑορτήν τινα σὺν ἄλλαις τῶν Τρῳάδων ἔτι παρθένος οὖσα. ἔνθα δὴ παντοδαπὴν θοίνην ἑτοιμασάμενος συγκατακλίνει καὶ τὴν Λαοδίκην αὐτῷ φάμενος μίαν εἶναι τῶν τοῦ βασιλέως παλλακίδων. καὶ Λαοδίκη μὲν οὕτως ἐξέπλησε τὴν ἐπιθυμίαν, χρόνου δὲ προϊόντος γίνεται τῷ Ἀκάμαντι υἱὸς Μούνιτος, ὃν ὑπ᾽ Αἴθρας τραφέντα μετὰ Τροίας ἅλωσιν διεκόμισεν ἐπ᾽ οἴκου. καὶ αὐτὸν θηρεύοντα ἐν Ὀλύνθῳ τῆς Θρᾴκης ὄφις ἀνεῖλεν. (Παρθένιος, Περί ερωτικών παθημάτων 16.1-4)