Κόμβη και Χαλκίδα
"Χαλκὶς πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο". ἐκλήθη δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, θυγατρὸς Ἀσωποῦ. τινὲς δὲ Χαλκιδεῖς φασι κληθῆναι διὰ τὸ χαλκουργεῖα πρῶτον παρ᾽ αὐτοῖς ὀφθῆναι. (Εκαταίος, Fr. 1a,1,F.129.1-4)
Χαλκὶς πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο. ἐκλήθη δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, θυγατρὸς Ἀσωποῦ (Αίλιος Ηρωδιανός, περί καθολικής προσωδίας 3.1.88.13-15)
Χαλκίδα τῆς Εὐβοίας πόλιν φασὶ ποτὲ ἀνθῆσαι δόρασί τε καὶ πλήθει τετρώρων ἁρμάτων. Οἱ δὲ φασὶν οὐ τὴν πόλιν, ἀλλὰ τὴν ἡρωΐδα Χαλκίδα εἰρῆσθαι. Κόμβην γὰρ φασὶ, τὴν ἐπικληθεῖσαν Χαλκίδα, ἐπειδὴ ὅπλα χαλκᾶ ἐποιήσατο, πρώτην συνοικήσασαν ἀνδρὶ ἑκατὸν παίδων γενέσθαι μητέρα, ὡς ἱστοροῦσιν οἱ τὰ Εὐβοϊκὰ συγγράψαντες καὶ Ἄριστος ὁ Σαλαμίνιος. (Ζηνόβιος, Επιτομή παροιμιών Λουκίου του Ταρρέως και Διδύμου του Αλεξανδρέως E 6.50.3-10)