Η Καλλιστώ άρκτος
Ταύτην ῾Ησίοδός φησι Λυκάονος θυγατέρα ἐν Ἀρκαδίᾳ οἰκεῖν, ἑλέσθαι δὲ μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν Θεόν· φωραθῆναι δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ' αὐτῆς λουομένην· ἐφ' ᾧ ὀργισθεῖσαν τὴν Θεὸν ἀποθηριῶσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα Ἀρκάδα· οὖσαν δ' ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῷ Λυκάονι· μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον· ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένcν καὶ τῶν Ἀρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον, ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν ἔθηκεν· Ἂρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα.
῎Εχει δὲ ἀστέρας ἐπὶ τῆς κεφαλῆς ζ ἀμαυρούς, ἐφ' ἑκατέρων ὠτίων β, <ἐπ'> ὠμοπλατῶν λαμπρὸν α, ἐπὶ τοῦ στήθους <α, ἐπὶ τοῦ ἔμπροσθεν ποδὸς> β, ἐπὶ τῆς ῥάχεως λαμπρὸν α, <ἐπὶ τῆς κοιλίας λαμπρὸν α>, ἐπὶ σκέλεσιν ὀπισθίοις β, ἐπ' ἄκρῳ τῷ ποδὶ β, ἐπὶ τῆς κέρκου γ· τοὺς πάντας κδ. (Ερατοσθένης, Καταστερισμοί 1)