Αστερισμός του Υδροχόου

 

Οὗτος δοκεῖ κεκλῆσθαι ἀπὸ τῆς πράξεως Ὑδροχόος. ἔχων γὰρ ἕστηκεν οἰνοχόην καὶ ἔκχυσιν πολλὴν ποιεῖται ὑγροῦ. λέγουσι δέ τινες αὐτὸν εἶναι τὸν Γανυμήδην, ἱκανὸν ὑπολαμβάνοντες σημεῖον εἶναι τὸ ἐσχηματίσθαι τὸ εἴδωλον οὕτως ὥσπερ ἂν οἰνοχόον χέειν. ἐπάγονται δὲ καὶ τὸν ποιητὴν μάρτυρα, διὰ τὸ λέγειν αὐτὸν ὡς ἀνεκομίσθη οὗτος πρὸς τὸν Δία κάλλει ὑπερενέγκας ἵνα οἰνοχοῇ, ἄξιον κρινάντων αὐτὸν τῶν Θεῶν, καὶ ὅτι τέτευχεν ἀθανασίαν τοῖς ἀνθρώποις ἄγνωστον οὖσαν· ἡ δὲ γινομένη ἔκχυσις εἰκάζεται τῷ νέκταρι ὃ καὶ ὑπὸ τῶν Θεῶν πίνεται, εἰς μαρτύριον τῆς εἰρημένης πόσεως τῶν Θεῶν ὑπολαμβάνοντες τοῦτο εἶναι.

Ερατοσθένης, Καταστερισμοί, 1.26