Αστερισμός του Τοξότη

 

Οὗτός ἐστιν ὁ Τοξότης, ὃν οἱ πλεῖστοι λέγουσι Κένταυρον εἶναι, ἕτεροι δ' οὔ φασι διὰ τὸ μὴ τετρασκελῆ αὐτὸν ὁρᾶσθαι, ἀλλ' ἑστηκότα καὶ τοξεύοντα· Κενταύρων δὲ οὐδεὶς τόξῳ κέχρηται· οὗτος δ' ἀνὴρ ὢν σκέλη ἔχει ἵππου καὶ κέρκον καθάπερ οἱ Σάτυροι· διόπερ αὐτοῖς ἀπίθανον ἐδόκει εἶναι, ἀλλὰ μᾶλλον Κρότον τὸν Εὐφήμης τῆς τῶν Μουσῶν τροφοῦ υἱόν· οἰκεῖν δ' αὐτὸν καὶ διαιτᾶσθαι ἐν τῷ ῾Ελικῶνι· ὃν καὶ αἱ Μοῦσαι τὴν τοξείαν εὑράμενον τὴν τροφὴν ἀπὸ τῶν ἀγρίων ἔχειν ἐποίησαν, καθάπερ φησὶ Σωσίθεος· συμμίσγοντα δὲ ταῖς Μούσαις καὶ ἀκούοντα αὐτῶν ἐπισημασίαις ἐπαινέσαι κρότον ποιοῦντα· τὸ γὰρ τῆς φωνῆς ἀσαφὲς ἦν ὑπὸ ἑνὸς κρότου σημαινόμενον, ὅθεν ὁρῶντες τοῦτον καὶ οἱ ἄλλοι ἔπραττον τὸ αὐτό· διόπερ αἱ Μοῦσαι δόξης χάριν τυχοῦσαι τῇ τούτου βουλήσει ἠξίωσαν τὸν Δία ἐπιφανῆ αὐτὸν ποιῆσαι ὅσιον ὄντα, καὶ οὕτως ἐν τοῖς ἄστροις ἐτέθη τῇ τῶν χειρῶν χρήσει, τὴν τοξείαν προσλαβὼν σύσσημον· ἐν δὲ τοῖς ἀνθρώποις ἔμεινεν ἡ ἐκείνου πρᾶξις· ὅ ἐστι καὶ <τὸ> πλοῖον αὐτοῦ μαρτύριον ὅτι ἔσται σαφὴς οὐ μόνον τοῖς ἐν χέρσῳ ἀλλὰ καὶ τοῖς ἐν πελάγει. διόπερ οἱ γράφοντες αὐτὸν Κένταυρον διαμαρτάνουσιν.

Ερατοσθένης, Καταστερισμοί, 1,28