Αστερισμός του Οφιούχου
Οὗτός ἐστιν ὁ ἐπὶ Σκορπίου ἑστηκώς, ἔχων ἐν ἀμφοτέραις χερσὶν [τὸν] ὄφιν· λέγεται δὲ εἶναι Ἀσκληπιός, ὃν Ζεὺς χαριζόμενος Ἀπόλλωνι εἰς τὰ ἄστρα ἀνήγαγεν· τούτου τέχνῃ ἰατρικῇ χρωμένου, ὡς καὶ τοὺς ἤδη τεθνηκότας ἐγείρειν, ἐν οἷς καὶ ἔσχατον Ἱππόλυτον τὸν Θησέως, καὶ τῶν Θεῶν δυσχερῶς τοῦτο φερόντων, εἰ αἱ τιμαὶ καταλυθήσονται αὐτῶν τηλικαῦτα ἔργα Ἀσκληπιοῦ ἐπιτελοῦντος, λέγεται τὸν Δία ὀργισθέντα κεραυνοβολῆσαι τὴν οἰκίαν αὐτοῦ, εἶτα διὰ τὸν Ἀπόλλωνα τοῦτον εἰς τὰ ἄστρα ἀναγαγεῖν· ἔχει δὲ ἐπιφάνειαν ἱκανὴν ἐπὶ τοῦ μεγίστου ἄστρου ὤν, λέγω δὴ τοῦ Σκορπίου, εὐσήμῳ τῷ τύπῳ φαινόμενος.
Ερατοσθένης, Καταστερισμοί, 1, 6