Αστερισμός του Καρκίνου

 

Οὗτος δοκεῖ ἐν τοῖς ἄστροις τεθῆναι δι' Ἣραν, ὅτι μόνος Ἡρακλεῖ τῶν ἄλλων συμμαχούντων ὅτε τὴν ὕδραν ἀνῄρει, ἐκ τῆς λίμνης ἐκπηδήσας ἔδακεν αὐτοῦ τὸν πόδα, καθάπερ φησὶ Πανύασις ἐν Ἡρακλείᾳ· θυμωθεὶς δ' ὁ Ἡρακλῆς δοκεῖ τῷ ποδὶ συνθλάσαι αὐτόν, ὅθεν μεγάλης τιμῆς τετύχηκε καταριθμούμενος ἐν τοῖς ιβ ζῳδίοις.

Καλοῦνται δέ τινες αὐτῶν ἀστέρες Ὂνοι, οὓς Διόνυσος ἀνήγαγεν εἰς τὰ ἄστρα. ἔστι δὲ αὐτοῖς καὶ Φάτνη παράσημον· ἡ δὲ τούτων ἱστορία αὕτη· Ὂνων καὶ Φάτνης. Ὃτε ἐπὶ Γίγαντας ἐστρατεύοντο οἱ Θεοί, λέγεται Διόνυσον καὶ Ἣφαιστον καὶ Σατύρους ἐπὶ ὄνων πορεύεσθαι· οὔπω δὲ ἑωραμένων αὐτοῖς τῶν Γιγάντων πλησίον ὄντες ὠγκήθησαν οἱ ὄνοι, οἱ δὲ Γίγαντες ἀκούσαντες τὴν φωνὴν ἔφυγον· διὸ ἐτιμήθησαν ἐν τῷ Καρκίνῳ εἶναι ἐπὶ δυσμάς.

Ερατοσθένης, Καταστερισμοί, 1,11