Αστερισμός του Δράκοντα
Οὗτός ἐστιν ὁ μέγας τε καὶ δι' ἀμφοτέρων τῶν Ἂρκτων κείμενος· λέγεται δὲ εἶναι ὁ τὰ χρύσεα μῆλα φυλάσσων, ὑπὸ δὲ ῾Ηρακλέους ἀναιρεθείς· ᾧ καὶ ἐν τοῖς ἄστροις τάξις ἐδόθη δι' Ἣραν, ἣ κατέστησεν αὐτὸν ἐπὶ τὰς Ἑσπερίδας φύλακα τῶν μήλων· Φερεκύδης γάρ φησιν, ὅτε ἐγαμεῖτο ἡ Ἣρα ὑπὸ Διός, φερόντων αὐτῇ τῶν Θεῶν δῶρα τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα· ἰδοῦσαν δὲ τὴν Ἣραν θαυμάσαι καὶ εἰπεῖν καταφυτεῦσαι εἰς τὸν τῶν Θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἂτλαντι· ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων κατέστησε φύλακα τὸν ὄφιν ὑπερμεγέθη ὄντα· μέγιστον δὲ ἔχει σημεῖον· ἐπίκειται δὲ αὐτῷ Ἡρακλέους εἴδωλον, ὑπόμνημα τοῦ ἀγῶνος Διὸς θέντος ἐναργέστατον τῇ σχηματοποιίᾳ.
Ερατοσθένης, Καταστερισμοί, 1,3