Αστερισμός της Κασσιόπειας

 

Ταύτην ἱστορεῖ Σοφοκλῆς ὁ τῆς τραγῳδίας ποιητὴς ἐν Ἀνδρομέδᾳ ἐρίσασαν περὶ κάλλους ταῖς Νηρηίσιν εἰσελθεῖν εἰς τὸ σύμπτωμα, καὶ Ποσειδῶνα διαφθεῖραι τὴν χώραν κῆτος ἐπιπέμψαντα· δι' ἣν πρόκειται τῷ κήτει ἡ θυγάτηρ. οἰκείως δὲ ἐσχημάτισται ἐγγὺς ἐπὶ δίφρου καθημένη.

Ερατοσθένης, Καταστερισμοί, 1,16