Ροδιά και γεράκι

 

εἶδεν εἰς τὴν κόρην αἰσχρῶς, ὥστε τοῦ πατρὸς τὴν μίξιν ἐκείνην ἐκκλίνουσαν τῷ τῆς μητρὸς ἑαυτὴν ἐπισφάξαι τάφῳ· εἶτα τῶν θεῶν, φασί, τὸ πάθος ἐλεησάντων, ἀνῆκεν ἐκ τοῦ αἵματος <τῆς ῥοιᾶς> τὸ δένδρον ἡ γῆ· τὸν δὲ πατέρα γεγονότα ἴκτινον φεύγειν ἄποθεν τὰς τῆς συμφορᾶς ὑπομνήσεις, καὶ οὐκ ἐθέλειν ἐπικαθῆσθαι τῷ δένδρῳ. (Διονύσιος, Ἱξευτικά 1.7)