Πυγμαλίων: Η απάτη της τέχνης
Τοσοῦτον ἴσχυσεν ἀπατῆσαι τέχνη προαγωγὸς ἀνθρώποις ἐρωτικοῖς εἰς βάραθρον γενομένη. Δραστήριος μὲν ἡ δημιουργική, ἀλλ᾽ οὐχ οἵα τε ἀπατῆσαι λογικὸν οὐδὲ μὴν τοὺς κατὰ λόγον βεβιωκότας· ζωγραφίας μὲν γὰρ, δι᾽ ὁμοιότητα σκιαγραφίας περιστερᾶς, προσέπτησαν πελειάδες καὶ ἵπποις καλῶς γεγραμμέναις προσεχρεμέτισαν ἵπποι. Ἐρασθῆναι κόρην εἰκόνος λέγουσιν καὶ νέον καλὸν Κνιδίου ἀγάλματος, ἀλλ᾽ ἦσαν τῶν θεατῶν αἱ ὄψεις ἠπατημέναι ὑπὸ τῆς τέχνης. Οὐδὲ γὰρ ἂν θεᾷ τις συνεπλάκη, οὐδ᾽ ἂν νεκρᾷ τις συνετάφη, οὐδ᾽ ἂν ἠράσθη δαίμονος καὶ λίθου ἄνθρωπος σωφρονῶν. Ὑμᾶς δὲ ἄλλῃ γοητείᾳ ἀπατᾷ ἡ τέχνη, εἰ καὶ μὴ ἐπὶ τὸ ἐρᾶν προσάγουσα, ἀλλ᾽ ἐπὶ τὸ τιμᾶν καὶ προσκυνεῖν τά τε ἀγάλματα καὶ τὰς γραφάς. Ὁμοία γε ἡ ραφή· ἐπαινείσθω μὲν ἡ τέχνη, μὴ ἀπατάτω δὲ τὸν ἄνθρωπον ὡς ἀλήθεια. Ἕστηκεν ὁ ἵππος ἡσυχῇ, ἡ πελειὰς ἀτρεμής, ἀργὸν τὸ πτερόν, ἡ δὲ βοῦς ἡ Δαιδάλου ἡ ἐκ τοῦ ξύλου πεποιημένη ταῦρον εἷλεν ἄγριον καὶ κατηνάγκασεν τὸ θηρίον ἡ τέχνη πλανήσασα ἐρώσης ἐπιβῆναι γυναικός. Τοσοῦτον οἶστρον αἱ τέχναι κακοτεχνοῦσαι τοῖς ἀνοήτοις ἐνεποίησαν. (Κλήμ. Αλεξ. Προτρ. 4.57.3.1-2)