Κορωνίδες, Ὠρίωνος τοῦ Ὑριέως ἐν Βοιωτίᾳ θυγατέρες

 

Ὠρίωνος τοῦ Ὑριέως ἐν Βοιωτίᾳ θυγατέρες ἐγένοντο Μητιόχη καὶ Μενίππη. αὗται, ὅτε Ὠρίωνα ἠφάνισεν ἐξ ἀνθρώπων Ἄρτεμις, ἐτρέφοντο παρὰ τῇ μητρί. καὶ Ἀθηνᾶ μὲν ἐδίδασκεν αὐτὰς ἱστοὺς ἐξυφαίνειν, Ἀφροδίτη δὲ αὐταῖς ἔδωκε κάλλος. ἐπεὶ δὲ Ἀονίαν ὅλην ἔλαβε λοιμὸς καὶ πολλοὶ ἀπέθνῃσκον, θεωροὺς ἀπέστειλαν παρὰ τὸν Ἀπόλλωνα τὸν Γορτύνιον· καὶ αὐτοῖς εἶπεν ὁ θεὸς ἱλάσσασθαι δύο τοὺς ἐριουνίους θεούς· ἔφη δὲ καταπαύσειν αὐτοὺς τὴν μῆνιν, εἰ δύο δυσὶν ἑκοῦσαι παρθένοι θύματα γένοιντο. πρὸς [δὲ] δὴ τὸ μαντεῖον οὐδεμία τῶν ἐν τῇ πόλει παρθένων ὑπήκουσεν, ἄχρι γυνὴ θῆσσα τὸν χρησμὸν ἐξήνεγκε πρὸς τὰς θυγατέρας τοῦ Ὠρίωνος. αἱ δ᾽ ὡς ἐπύθοντο παρὰ τὸν ἱστὸν ἔχουσαι, τὸν ὑπὲρ ἀστῶν θάνατον ἐδέξαντο πρὶν ἢ τὴν ἐπιδήμιον ἐπιπεσοῦσαν αὐτὰς ἀφανίσαι νόσον· τρὶς δὲ βοησάμεναι χθονίους δαίμονας, ὅτι αὐτοῖς ἑκοῦσαι θύματα γίνονται, ἐπάταξαν ἑαυτὰς τῇ κερκίδι παρὰ τὴν κλεῖδα καὶ ἀνέρρηξαν τὴν σφαγήν. καὶ αὐταὶ μὲν ἀμφότεραι κατέπεσον ἐς τὴν γῆν· Φερσεφόνη δὲ καὶ Ἅιδης οἰκτείραντες τὰ μὲν σώματα τῶν παρθένων ἠφάνισαν, ἀντὶ δ᾽ ἐκείνων ἀστέρας ἀνήνεγκαν ἐκ τῆς γῆς· οἱ δὲ φανέντες ἀνηνέχθησαν εἰς οὐρανόν, καὶ αὐτοὺς ὠνόμασαν ἄνθρωποι κομήτας. ἱδρύσαντο δὲ πάντες Ἄονες ἐν Ὀρχομενῷ τῆς Βοιωτίας ἱερὸν ἐπίσημον τῶν παρθένων τούτων. καὶ αὐταῖς καθ᾽ ἕκαστον ἔτος κόροι τε καὶ κόραι μειλίγματα φέρουσιν. προσαγορεύουσι δ᾽ αὐτὰς ἄχρι νῦν Ἄονες Κορωνίδας παρθένους. (Αντ. Λιβ., Μετ. 25)