Ο Φάσις ποταμός
Φᾶσις ποταμός ἐστι τῆς Σκυθίας παραρρέων πόλιν· ἐκαλεῖτο δὲ τὸ πρότερον Ἀρκτοῦρος τὴν προση- γορίαν εἰληφὼς διὰ τὴν χωροθεσίαν τῶν κατεψυγμένων τόπων· μετωνομάσθη δὲ δι᾽ αἰτίαν τοιαύτην. Φᾶσις Ἡλίου καὶ Ὀκυρρόης τῆς Ὠκεανοῦ παῖς τὴν μητέρα μοιχευομένην ἐπ᾽ αὐτοφώρῳ καταλαβὼν ἀνεῖλεν· κατὰ δὲ ἐπιφάνειαν Ἐρινύων οἰστροπλὴξ γενόμενος ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀρκτοῦρον, ἀπ᾽ αὐτοῦ δὲ Φᾶσιν μετωνομασμένον. Γεννᾶται δ᾽ ἐν τῷ ποταμῷ ῥάβδος ὀνομαζομένη λευκόφυλλος· εὑρίσκεται δὲ τοῖς μυστηρίοις τῆς Ἑκάτης περὶ τὸν ὄρθρον πρὸς παιανισμὸν ἔνθεον αὐτοῦ περὶ τὴν ἀρχὴν τοῦ ἔαρος· ἣν οἱ ζηλότυποι τῶν ἀνδρῶν δρεπόμενοι ῥίπτουσι περὶ τὸν παρθένιον θάλαμον καὶ ἀνόθευτον τηροῦσι τὸν γάμον. Ἐάν [γὰρ] τις προπετέστερον ἀποστραφῇ τῶν ἀσεβεστέρων διὰ μέθην καὶ εἰς τὸν τόπον εἰσέλθῃ, τῶν σωφρονούντων ἀφαρπάζεται λογισμῶν καὶ εὐθὺς ὁμολογεῖ πᾶσιν, ὅσα παρανόμως ἢ ἔπραξεν ἢ μέλλει πράττειν. Οἱ δὲ παρατυγχάνοντες συλλαμβάνοντες ῥίπτουσιν ἐμβεβυρσωμένον εἰς τὸ καλούμενον Στόμιον τῶν ἀσεβῶν. Ἔστι δὲ στρογγυλοειδὲς, φρέατι παραπλήσιον. Ἐκδίδωσι δὲ τὸ βληθὲν μετὰ λ ἡμέρας εἰς τὴν Μαιῶτιν λίμνην σκωλήκων γέμον. Γῦπες δ᾽ αἰφνιδίως ἐπιφανέντες ἀθρόοι τὸν ἐγκείμενον διαρπάζουσι, ὡς ἱστορεῖ Κτήσιππος ἐν β Σκυθικῶν. (Ψευδοπλούταρχος, Περί ποταμών 5.1.1- 5.2.17)