Περί του έρωτος του Λάβδακου για τον Χρύσιππο
τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς Ἕλληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος (FHG I 201)· ἄλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς ἅρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δ᾽ ἡ Σικυωνία ὑπὸ Διός φησιν (fr. 6 B 4) ἁρπασθῆναι τὸν Χρύσιππον· καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν· ὡς πολλάκις ἐνίους ἐπὶ ταῖς δοραῖς μετὰ δύο ἐρωμένων ἀναπαύεσθαι. Πέρσας δὲ παρ᾽ Ἑλλήνων φησὶν Ἡρόδοτος (I 135) μαθεῖν τὸ παισὶν χρῆσθαι. (Αθήναιος, Δειπνοσοφιστές 13.79.19-13.79.30)