Οι κριτές του Κάτω Κόσμου
ἐγὼ μὲν οὖν ταῦτα ἐγνωκὼς πρότερος ἢ ὑμεῖς ἐποιησάμην δικαστὰς ὑεῖς ἐμαυτοῦ͵ δύο μὲν ἐκ τῆς Ἀσίας͵ Μίνω τε καὶ Ραδάμανθυν͵ ἕνα δὲ ἐκ τῆς Εὐρώπης͵ Αἰακόν· οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι͵ δικάσουσιν ἐν τῷ λειμῶνι͵ ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ͵ ἡ μὲν εἰς μακάρων νήσους͵ ἡ δ΄ εἰς Τάρταρον. καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ραδάμανθυς κρινεῖ͵ τοὺς δὲ ἐκ τῆς Εὐρώπης Αἰακός· Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν͵ ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω͵ ἵνα ὡς δικαιοτάτη ἡ κρίσις ᾖ περὶ τῆς πορείας τοῖς ἀνθρώποις. (Πλάτων, Γοργίας 523.e.7-524.a.7)
Ἐγώ λοιπόν [ο Δίας] κατανοήσας πρωτύτερα ἀπό σᾶς τὰς γινομένας ἀδικίας, διώρισα δικαστὰς τοὺς υἱοὺς μου, δύο μὲν ἐκ τῆς Ἀσίας, τὸν Μίνωα καὶ τὸν Ραδάμανθυν, ἓνα δὲ ἐκ τῆς Εὐρώπης, τὸν Αἰακόν· οὗτοι λοιπόν, ὅταν ἀποθάνουν, θὰ δικάζουν εἰς τὸν λειμῶνα, εἰς τὴν τρίοδον, ἐκ τῆς ὁποίας φέρουν δύο δρόμοι, ὁ μὲν εἷς εἰς τὰς νήσους τῶν μακάρων, ὁ δὲ ἄλλος εἰς τὸν Τάρταρον. Καὶ τοὺς μὲν καταγομένους ἐκ τῆς Ἀσίας θὰ δικάζῃ ὁ Ραδάμανθυς, τοὺς δὲ ἐξ Εὐρώπης καταγομένους ὁ Αἰακός· εἰς τὸν Μίνωα δὲ θα δώσω τὸ προνόμιον να ἐπιφέρῃ τὴν ὁριστικήν κρίσιν εἰς ἀπορίας τοῦ ἑνὸς ἤ τοῦ ἂλλου ἐκ τῶν κυρίως δικαστῶν, διὰ νὰ εἶναι δικαιοτάτη ἡ κρίσις εἰς ποῖον δρόμον πρέπει νὰ πορεύεται ἓκαστος ἂνθρωπος. (Μετ. Στ. Τζουμελέας, Αθήνα: Ζαχαρόπουλος, χ.χ.)