Επιστροφή Ιδομενέα στην Κρήτη

κι όλους του τους ανθρώπους

με το καλό τους έφερε στην Κρήτη ο Ιδομενέας,

όσοι απ' τη μάχη γλίτωσαν, κανένα δεν του πήρε

η θάλασσα.

(Όμ., Οδ. γ 191-194, Ζ. Σιδέρης)

 

Διὸς υἱὸν ὀνομαζόμενον. Μίνῳ δέ φασιν υἱοὺςγενέσθαι Δευκαλίωνά τε καὶ Μόλον· καὶ Δευκαλίωνος μὲν Ἰδομενέα, Μόλου δὲ Μηριόνην ὑπάρξαι. τούτους δὲ ναυσὶν ἐνενήκοντα στρατεῦσαι μετ᾽ Ἀγαμέμνονος εἰς Ἴλιον, καὶ διασωθέντας εἰς τὴν πατρίδα τελευτῆσαι καὶ ταφῆς ἐπιφανοῦς ἀξιωθῆναι καὶ τιμῶν ἀθανάτων. καὶ τὸν τάφον αὐτῶν ἐν τῇ Κνωσῷ δεικνύουσιν, ἐπιγραφὴν ἔχοντα τοιάνδε, Κνωσίου Ἰδομενῆος ὅρα τάφον. αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. τούτους μὲν οὖν ὡς ἥρωας ἐπιφανεῖς τιμῶσιν οἱ Κρῆτες διαφερόντως, θύοντες καὶ κατὰ τοὺς ἐν τοῖς πολέμοις κινδύνους ἐπικαλούμενοι βοηθούς. (Διόδ. Σικ. 5.79.4.1-13)