Ευρώπη Ελλωτία

Σέλευκος δ᾽ ἐν ταῖς Γλώσσαις ΕΛΛΩΤΙΔΑ καλεῖσθαί φησι τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν κ, πομπεύειν τε ἐν τῇ τῶν Ἑλλωτίων ἑορτῇ. φασὶ δ᾽ ἐν αὐτῷ τὰ τῆς Εὐρώπης ὀστᾶ κομίζεσθαι, ἣν ἐκάλουν Ἑλλωτίδα. ἄγεσθαι δὲ καὶ ἐν Κορίνθῳ τὰ Ἑλλώτια.(Αθήναιος, Δειπνοσοφισταί 15.22.9-14)

 

Σέλευκος δὲ ἑλλωτίδα φησὶ τὸν ἐκ μυῤῥίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν εἴκοσι, πομπεύειν τε ἐν τῇ ἑορτῇ τῶν Ἑλλωτίων Κορινθόθι ἐπὶ Εὐρώπῃ, ἣν ἐκάλουν Ἑλλωτίδα. (Αθήναιος, Δειπνοσοφισταί 2.2.152.28-30)