Το ακόλουθο απόσπασμα είναι χαρακτηριστικό του πώς εμφανίζονται σήμερα τα αρχαία κείμενα στις έγκυρες εκδόσεις τους. Προέρχεται από το Περί Γενέσεως και Φθοράς του Αριστοτέλη (314a) στις εκδόσεις Budé με επιμέλεια του Charles Mugler (Παρίσι, 1966)
Περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γενομένων καὶ φθειρομένων, ὁμοίως κατὰ πάντων, τάς τε αἰτίας διαιρετέον καὶ τοὺς λόγους αὐτῶν, ἔτι δὲ περὶ αὐξήσεως καὶ ἀλλοιώσεως, τί ἑκάτερον, καὶ πότερον τὴν αὐτὴν ὑποληπτέον φύσιν εἶναι ἀλλοιώσεως καὶ γενέσεως, ἤ χωρίς, ὥσπερ διώρισται καὶ τοῖς ὀνόμασιν. Τῶν μὲν οὖν ἀρχαίων οἱ μὲν τὴν καλουμένην ἁπλῆν γένεσιν. Ὅσοι μὲν γὰρ ἕν τι τὸ πᾶν λέγουσιν εἶναι καὶ πάντα ἐξ ἑνὸς γεννῶσι, τούτοις μὲν ἀνάγκη τὴν γένεσιν ἀλλοίωσιν φάναι καὶ τὸ κυρίως γινόμενον ἀλλοιοῦσθαι.