Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΝΟΜΟΙ

ΠΛ Νομ 631b–632d

Αγαθά, θεϊκά και ανθρώπινα, και ο ρόλος του νομοθέτη
Δραματικός χώρος του διαλόγου είναι η Κρήτη και στη συζήτηση παίρνουν μέρος ένας ανώνυμος Αθηναίος, ο Κρητικός Κλεινίας και ο Σπαρτιάτης Μέγγιλος. Αντικείμενο –όπως και στην Πολιτεία – είναι η οικοδόμηση ενός φανταστικού πολιτεύματος, η εύρυθμη λειτουργία του οποίου εξαρτάται από μια ιδεατή νομοθεσία. Η συζήτηση ξεκίνησε από την απορία του Αθηναίου σχετικά με τη λειτουργία των συσσιτίων και της στρατιωτικής εκπαίδευσης στις πόλεις καταγωγής των συνομιλητών του, οι οποίοι υποστήριξαν ότι αυτά, όπως και οι υπόλοιποι νόμοι και θεσμοί, αποσκοπούσαν στην επιτυχή διεκπεραίωση των πολέμων, επομένως στην καλλιέργεια της αρετής της ανδρείας. Ο Αθηναίος δήλωσε ότι δεν πίστευε πως οι νομοθέτες θα θέσπιζαν τους νόμους τους αποσκοπώντας στην καλλιέργεια ενός μόνο μορίου της αρετής, την ανδρεία. Και συνεχίζει:

    ΑΘ. «Ὦ ξένε», ἐχρῆν εἰπεῖν, «οἱ Κρητῶν νόμοι οὐκ
εἰσὶν μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν·
ἔχουσιν γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀπο-
τελοῦντες. πάντα γὰρ τἀγαθὰ πορίζουσιν. διπλᾶ δὲ ἀγαθά
ἐστιν, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δ’ ἐκ τῶν
θείων θἄτερα, καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα πόλις,
[631c] κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. ἔστι
δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύ-
τερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας
πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλὸς
ἀλλ’ ὀξὺ βλέπων, ἄνπερ ἅμ’ ἕπηται φρονήσει· ὃ δὴ πρῶτον
αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύ-
τερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετ’
ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ
[631d] ἀνδρεία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύ-
σει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως. μετὰ δὲ ταῦτα
τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας
αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα
εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα
βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετά τε
ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσιν καὶ τροφαῖς ὅσοι
[631e] τε ἄρρενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρε-
σβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι
δεῖ καὶ ἀτιμάζοντα, ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε
λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας συμπάντων
[632a] τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα,
ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν δι’ αὐτῶν τῶν νόμων· ἐν ὀργαῖς
τε αὖ καὶ ἐν φόβοις, ὅσαι τε διὰ δυστυχίαν ταραχαὶ ταῖς
ψυχαῖς γίγνονται καὶ ὅσαι ἐν εὐτυχίαις τῶν τοιούτων ἀπο-
φυγαί, ὅσα τε κατὰ νόσους ἢ κατὰ πολέμους ἢ πενίας ἢ τὰ
τούτοις ἐναντία γιγνόμενα προσπίπτει τοῖς ἀνθρώποις παθή-
ματα, ἐν πᾶσιν τοῖς τοιούτοις τῆς ἑκάστων διαθέσεως δι-
[632b] δακτέον καὶ ὁριστέον τό τε καλὸν καὶ μή. μετὰ δὲ ταῦτα
ἀνάγκη τὸν νομοθέτην τὰς κτήσεις τῶν πολιτῶν καὶ τὰ
ἀναλώματα φυλάττειν ὅντιν’ ἂν γίγνηται τρόπον, καὶ τὰς
πρὸς ἀλλήλους πᾶσιν τούτοις κοινωνίας καὶ διαλύσεις ἑκοῦσίν
τε καὶ ἄκουσιν καθ’ ὁποῖον ἂν ἕκαστον πράττωσιν τῶν
τοιούτων πρὸς ἀλλήλους ἐπισκοπεῖν, τό τε δίκαιον καὶ μὴ
ἐν οἷς ἔστιν τε καὶ ἐν οἷς ἐλλείπει, καὶ τοῖς μὲν εὐπειθέσιν
τῶν νόμων τιμὰς ἀπονέμειν, τοῖς δὲ δυσπειθέσι δίκας τακτὰς
[632c] ἐπιτιθέναι, μέχριπερ ἂν πρὸς τέλος ἁπάσης πολιτείας ἐπ-
εξελθών, ἴδῃ τῶν τελευτησάντων τίνα δεῖ τρόπον ἑκάστοις
γίγνεσθαι τὰς ταφὰς καὶ τιμὰς ἅστινας αὐτοῖς ἀπονέμειν
δεῖ· κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους ἅπασιν τούτοις φύλακας
ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς
δόξης ἰόντας, ὅπως πάντα ταῦτα συνδήσας ὁ νοῦς ἑπόμενα
σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ
[632d] φιλοτιμίᾳ.» οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι
νῦν βούλομαι διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις
νόμοις τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ
Λυκοῦργος ἐθέτην, ἔνεστίν τε πάντα ταῦτα, καὶ ὅπῃ τάξιν
τινὰ εἰληφότα διάδηλά ἐστιν τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ
εἴτε καί τισιν ἔθεσιν, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι
καταφανῆ.