[3.1.4] Ἦν δέ τις ἐν τῇ στρατιᾷ Ξενοφῶν Ἀθηναῖος, ὃς οὔτε
στρατηγὸς οὔτε λοχαγὸς οὔτε στρατιώτης ὢν συνηκολούθει,
ἀλλὰ Πρόξενος αὐτὸν μετεπέμψατο οἴκοθεν ξένος ὢν ἀρχαῖος·
ὑπισχνεῖτο δὲ αὐτῷ, εἰ ἔλθοι, φίλον αὐτὸν Κύρῳ ποιήσειν,
ὃν αὐτὸς ἔφη κρείττω ἑαυτῷ νομίζειν τῆς πατρίδος. [3.1.5] ὁ μέντοι
Ξενοφῶν ἀναγνοὺς τὴν ἐπιστολὴν ἀνακοινοῦται Σωκράτει τῷ
Ἀθηναίῳ περὶ τῆς πορείας. καὶ ὁ Σωκράτης ὑποπτεύσας
μή τι πρὸς τῆς πόλεως ὑπαίτιον εἴη Κύρῳ φίλον γενέσθαι,
ὅτι ἐδόκει ὁ Κῦρος προθύμως τοῖς Λακεδαιμονίοις ἐπὶ τὰς
Ἀθήνας συμπολεμῆσαι, συμβουλεύει τῷ Ξενοφῶντι ἐλθόντα
εἰς Δελφοὺς ἀνακοινῶσαι τῷ θεῷ περὶ τῆς πορείας. [3.1.6] ἐλθὼν
δ’ ὁ Ξενοφῶν ἐπήρετο τὸν Ἀπόλλω τίνι ἂν θεῶν θύων καὶ
εὐχόμενος κάλλιστα καὶ ἄριστα ἔλθοι τὴν ὁδὸν ἣν ἐπινοεῖ
καὶ καλῶς πράξας σωθείη. καὶ ἀνεῖλεν αὐτῷ ὁ Ἀπόλλων
θεοῖς οἷς ἔδει θύειν. [3.1.7] ἐπεὶ δὲ πάλιν ἦλθε, λέγει τὴν μαντείαν
τῷ Σωκράτει. ὁ δ’ ἀκούσας ᾐτιᾶτο αὐτὸν ὅτι οὐ τοῦτο πρῶτον
ἠρώτα πότερον λῷον εἴη αὐτῷ πορεύεσθαι ἢ μένειν, ἀλλ’ αὐ-
τὸς κρίνας ἰτέον εἶναι τοῦτ’ ἐπυνθάνετο ὅπως ἂν κάλλιστα
πορευθείη. ἐπεὶ μέντοι οὕτως ἤρου, ταῦτ’, ἔφη, χρὴ ποιεῖν
ὅσα ὁ θεὸς ἐκέλευσεν. [3.1.8] ὁ μὲν δὴ Ξενοφῶν οὕτω θυσάμενος
οἷς ἀνεῖλεν ὁ θεὸς ἐξέπλει, καὶ καταλαμβάνει ἐν Σάρδεσι
Πρόξενον καὶ Κῦρον μέλλοντας ἤδη ὁρμᾶν τὴν ἄνω ὁδόν, καὶ
συνεστάθη Κύρῳ. [3.1.9] προθυμουμένου δὲ τοῦ Προξένου καὶ ὁ
Κῦρος συμπρουθυμεῖτο μεῖναι αὐτόν, εἶπε δὲ ὅτι ἐπειδὰν
τάχιστα ἡ στρατεία λήξῃ, εὐθὺς ἀποπέμψει αὐτόν. ἐλέγετο
δὲ ὁ στόλος εἶναι εἰς Πισίδας. [3.1.10] ἐστρατεύετο μὲν δὴ οὕτως
ἐξαπατηθείς—οὐχ ὑπὸ Προξένου· οὐ γὰρ ᾔδει τὴν ἐπὶ
βασιλέα ὁρμὴν οὐδὲ ἄλλος οὐδεὶς τῶν Ἑλλήνων πλὴν
Κλεάρχου· ἐπεὶ μέντοι εἰς Κιλικίαν ἦλθον, σαφὲς πᾶσιν
ἤδη ἐδόκει εἶναι ὅτι ὁ στόλος εἴη ἐπὶ βασιλέα. φοβούμενοι
δὲ τὴν ὁδὸν καὶ ἄκοντες ὅμως οἱ πολλοὶ δι’ αἰσχύνην καὶ
ἀλλήλων καὶ Κύρου συνηκολούθησαν· ὧν εἷς καὶ Ξενοφῶν
ἦν. [3.1.11] ἐπεὶ δὲ ἀπορία ἦν, ἐλυπεῖτο μὲν σὺν τοῖς ἄλλοις καὶ
οὐκ ἐδύνατο καθεύδειν· μικρὸν δ’ ὕπνου λαχὼν εἶδεν ὄναρ.
ἔδοξεν αὐτῷ βροντῆς γενομένης σκηπτὸς πεσεῖν εἰς τὴν
πατρῴαν οἰκίαν, καὶ ἐκ τούτου λάμπεσθαι πᾶσα. [3.1.12] περίφοβος
δ’ εὐθὺς ἀνηγέρθη, καὶ τὸ ὄναρ τῇ μὲν ἔκρινεν ἀγαθόν, ὅτι ἐν
πόνοις ὢν καὶ κινδύνοις φῶς μέγα ἐκ Διὸς ἰδεῖν ἔδοξε· τῇ
δὲ καὶ ἐφοβεῖτο, ὅτι ἀπὸ Διὸς μὲν βασιλέως τὸ ὄναρ ἐδόκει
αὐτῷ εἶναι, κύκλῳ δὲ ἐδόκει λάμπεσθαι τὸ πῦρ, μὴ οὐ δύναιτο
ἐκ τῆς χώρας ἐξελθεῖν τῆς βασιλέως, ἀλλ’ εἴργοιτο πάντοθεν
ὑπό τινων ἀποριῶν. [3.1.13] ὁποῖόν τι μὲν δὴ ἐστὶ τὸ τοιοῦτον
ὄναρ ἰδεῖν ἔξεστι σκοπεῖν ἐκ τῶν συμβάντων μετὰ τὸ ὄναρ.
γίγνεται γὰρ τάδε. εὐθὺς ἐπειδὴ ἀνηγέρθη πρῶτον μὲν
ἔννοια αὐτῷ ἐμπίπτει· τί κατάκειμαι; ἡ δὲ νὺξ προβαίνει·
ἅμα δὲ τῇ ἡμέρᾳ εἰκὸς τοὺς πολεμίους ἥξειν. εἰ δὲ γενη-
σόμεθα ἐπὶ βασιλεῖ, τί ἐμποδὼν μὴ οὐχὶ πάντα μὲν τὰ
χαλεπώτατα ἐπιδόντας, πάντα δὲ τὰ δεινότατα παθόντας
ὑβριζομένους ἀποθανεῖν; [3.1.14] ὅπως δ’ ἀμυνούμεθα οὐδεὶς παρα-
σκευάζεται οὐδὲ ἐπιμελεῖται, ἀλλὰ κατακείμεθα ὥσπερ ἐξὸν
ἡσυχίαν ἄγειν. ἐγὼ οὖν τὸν ἐκ ποίας πόλεως στρα-
τηγὸν προσδοκῶ ταῦτα πράξειν; ποίαν δ’ ἡλικίαν ἐμαυτῷ
ἐλθεῖν ἀναμείνω; οὐ γὰρ ἔγωγ’ ἔτι πρεσβύτερος ἔσομαι,
ἐὰν τήμερον προδῶ ἐμαυτὸν τοῖς πολεμίοις. [3.1.15] ἐκ τούτου ἀνί-
σταται καὶ συγκαλεῖ τοὺς Προξένου πρῶτον λοχαγούς. ἐπεὶ
δὲ συνῆλθον, ἔλεξεν· Ἐγώ, ὦ ἄνδρες λοχαγοί, οὔτε καθεύδειν
δύναμαι, ὥσπερ οἶμαι οὐδ’ ὑμεῖς, οὔτε κατακεῖσθαι ἔτι, ὁρῶν
ἐν οἵοις ἐσμέν. [3.1.16] οἱ μὲν γὰρ πολέμιοι δῆλον ὅτι οὐ πρότερον
πρὸς ἡμᾶς τὸν πόλεμον ἐξέφηναν πρὶν ἐνόμισαν καλῶς τὰ
ἑαυτῶν παρασκευάσασθαι, ἡμῶν δ’ οὐδεὶς οὐδὲν ἀντεπι-
μελεῖται ὅπως ὡς κάλλιστα ἀγωνιούμεθα. [3.1.17] καὶ μὴν εἰ
ὑφησόμεθα καὶ ἐπὶ βασιλεῖ γενησόμεθα, τί οἰόμεθα πεί-
σεσθαι; ὃς καὶ τοῦ ὁμομητρίου ἀδελφοῦ καὶ τεθνηκότος ἤδη
ἀποτεμὼν τὴν κεφαλὴν καὶ τὴν χεῖρα ἀνεσταύρωσεν· ἡμᾶς
δέ, οἷς κηδεμὼν μὲν οὐδεὶς πάρεστιν, ἐστρατεύσαμεν δὲ
ἐπ’ αὐτὸν ὡς δοῦλον ἀντὶ βασιλέως ποιήσοντες καὶ
ἀποκτενοῦντες εἰ δυναίμεθα, τί ἂν οἰόμεθα παθεῖν; [3.1.18] ἆρ’ οὐκ
ἂν ἐπὶ πᾶν ἔλθοι ὡς ἡμᾶς τὰ ἔσχατα αἰκισάμενος πᾶσιν
ἀνθρώποις φόβον παράσχοι τοῦ στρατεῦσαί ποτε ἐπ’ αὐτόν;
ἀλλ’ ὅπως τοι μὴ ἐπ’ ἐκείνῳ γενησόμεθα πάντα ποιητέον.
[3.1.19] ἐγὼ μὲν οὖν ἔστε μὲν αἱ σπονδαὶ ἦσαν οὔποτε ἐπαυόμην
ἡμᾶς μὲν οἰκτίρων, βασιλέα δὲ καὶ τοὺς σὺν αὐτῷ μακαρίζων,
διαθεώμενος αὐτῶν ὅσην μὲν χώραν καὶ οἵαν ἔχοιεν, ὡς δὲ
ἄφθονα τὰ ἐπιτήδεια, ὅσους δὲ θεράποντας, ὅσα δὲ κτήνη,
χρυσὸν δέ, ἐσθῆτα δέ· [3.1.20] τὰ δ’ αὖ τῶν στρατιωτῶν ὁπότε
ἐνθυμοίμην, ὅτι τῶν μὲν ἀγαθῶν τούτων οὐδενὸς ἡμῖν μετείη,
εἰ μὴ πριαίμεθα, ὅτου δ’ ὠνησόμεθα ᾔδειν ἔτι ὀλίγους ἔχοντας,
ἄλλως δέ πως πορίζεσθαι τὰ ἐπιτήδεια ἢ ὠνουμένους ὅρκους
ἤδη κατέχοντας ἡμᾶς· ταῦτ’ οὖν λογιζόμενος ἐνίοτε τὰς
σπονδὰς μᾶλλον ἐφοβούμην ἢ νῦν τὸν πόλεμον. [3.1.21] ἐπεὶ μέντοι
ἐκεῖνοι ἔλυσαν τὰς σπονδάς, λελύσαθαι μοι δοκεῖ καὶ ἡ ἐκείνων
ὕβρις καὶ ἡ ἡμετέρα ὑποψία. ἐν μέσῳ γὰρ ἤδη κεῖται ταῦτα
τὰ ἀγαθὰ ἆθλα ὁπότεροι ἂν ἡμῶν ἄνδρες ἀμείνονες ὦσιν,
ἀγωνοθέται δ’ οἱ θεοί εἰσιν, οἳ σὺν ἡμῖν, ὡς τὸ εἰκός, ἔσονται.
[3.1.22] οὗτοι μὲν γὰρ αὐτοὺς ἐπιωρκήκασιν· ἡμεῖς δὲ πολλὰ ὁρῶντες
ἀγαθὰ στερρῶς αὐτῶν ἀπειχόμεθα διὰ τοὺς τῶν θεῶν ὅρκους·
ὥστε ἐξεῖναί μοι δοκεῖ ἰέναι ἐπὶ τὸν ἀγῶνα πολὺ σὺν φρονή-
ματι μείζονι ἢ τούτοις. [3.1.23] ἔτι δ’ ἔχομεν σώματα ἱκανώτερα
τούτων καὶ ψύχη καὶ θάλπη καὶ πόνους φέρειν· ἔχομεν δὲ
καὶ ψυχὰς σὺν τοῖς θεοῖς ἀμείνονας· οἱ δὲ ἄνδρες καὶ τρωτοὶ
καὶ θνητοὶ μᾶλλον ἡμῶν, ἢν οἱ θεοὶ ὥσπερ τὸ πρόσθεν νίκην
ἡμῖν διδῶσιν. [3.1.24] ἀλλ’ ἴσως γὰρ καὶ ἄλλοι ταὐτὰ ἐνθυμοῦνται,
πρὸς τῶν θεῶν μὴ ἀναμένωμεν ἄλλους ἐφ’ ἡμᾶς ἐλθεῖν
παρακαλοῦντας ἐπὶ τὰ κάλλιστα ἔργα, ἀλλ’ ἡμεῖς ἄρξωμεν
τοῦ ἐξορμῆσαι καὶ τοὺς ἄλλους ἐπὶ τὴν ἀρετήν· φάνητε τῶν
λοχαγῶν ἄριστοι καὶ τῶν στρατηγῶν ἀξιοστρατηγότεροι.
[3.1.25] κἀγὼ δέ, εἰ μὲν ὑμεῖς ἐθέλετε ἐξορμᾶν ἐπὶ ταῦτα, ἕπεσθαι
ὑμῖν βούλομαι, εἰ δ’ ὑμεῖς τάττετ’ ἐμὲ ἡγεῖσθαι, οὐδὲν προ-
φασίζομαι τὴν ἡλικίαν, ἀλλὰ καὶ ἀκμάζειν ἡγοῦμαι ἐρύκειν
ἀπ’ ἐμαυτοῦ τὰ κακά.
|